Ισοκράτη, Περί Ειρήνης, 8. 18-21
Νοηματικό κέντρο : Στο απόσπασμα από το έργο του
Ισοκράτη, «Περί Ειρήνης», ο ρήτορας αναφέρεται στα
πλεονεκτήματα από την επικράτηση της ειρήνης.
Ταῦτα μὲν οὖν διὰ παντὸς τοῦ λόγου
πειρασόμεθα διδάσκειν ὑμᾶς, περὶ δὲ τῆς εἰρήνης πρῶτον διαλεχθῶμεν, καὶ σκεψώμεθα
τί ἂν ἐν τῷ παρόντι γενέσθαι βουληθεῖμεν ἡμῖν. ἢν γὰρ ταῦτα καλῶς ὁρισώμεθα καὶ
νοῦν ἐχόντως πρὸς ταύτην τὴν ὑπόθεσιν ἀποβλέποντες
ἄμεινον βουλευσόμεθα καὶ περὶ τῶν ἄλλων. ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε
πόλιν ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι γιγνοίμεθα καὶ τά
τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; ἐγὼ μὲν γὰρ ἡγοῦμαι
τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν. ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς
τῶν εἰρημένων ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους πεποίηκε, καὶ πολλοὺς κινδύνους ὑπομένειν
ἠνάγκασε, καὶ πρὸς τοὺς Ἕλληνας διαβέβληκε, καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.
ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα καὶ τοιούτους ἡμᾶς αὐτοὺς παράσχωμεν οἵους αἱ
κοιναὶ συνθῆκαι προστάττουσι, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν, ἀπαλλαγέντες
πολέμων καὶ κινδύνων καὶ ταραχῆς, εἰς ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθ’ ἑκάστην
δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν , ἀναπεπαυμένοι μὲν τῶν εἰσφορῶν καὶ τῶν
τριηραρχιῶν καὶ τῶν ἄλλων τῶν περὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντες
καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν
πόλεμον ἐκλελοίπασιν. [21] ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους
λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων ὧν νῦν ἐρήμη
καθέστηκεν.
Λεξιλόγιο
νοῦν ἐχόντως = συνετά // παρέχω ἐμαυτὸν τοιοῦτον: δείχνω
τέτοια διαγωγή , συμπεριφέρομαι με τέτοιον τρόπο.
Ερωτήσεις
1. Να μεταφραστεί στα Νέα Ελληνικά η περίοδος: «ἢν δὲ τὴν
εἰρήνην ποιησώμεθα … δὲ τὴν ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν» . Μονάδες 20
2. Ποιες προϋποθέσεις ορίζει ο ρήτορας προκειμένου να
ευδοκιμήσει η πόλη και ποιες υπήρξαν οι ολέθριες συνέπειες του πολέμου; Μονάδες
10

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου