Η αποτίμηση της πολιτικής του Περικλή.
Τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς τε ἐς αὑτὸν ὀργῆς παραλύειν
καὶ ἀπὸ
τῶν παρόντων δεινῶν ἀπάγειν τὴν γνώμην. οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνεπείθοντο καὶ οὔτε
πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο, ἰδίᾳ δὲ τοῖς
παθήμασιν ἐλυποῦντο, ὁ μὲν δῆμος ὅτι ἀπ’ ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων, οἱ δὲ
δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οἰκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς
ἀπολωλεκότες, τὸ δὲ μέγιστον, πόλεμον ἀντ’ εἰρήνης ἔχοντες. οὐ μέντοι πρότερόν γε οἱ
ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν. ὕστερον
δ’ αὖθις οὐ
πολλῷ, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, στρατηγὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν.
Λεξιλόγιο
καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν: του
αναθέσαν πάλι όλη την εξουσία
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου