Θουκυδίδου Ἱστορίαι 1 §§ 94-95 (έκδ. των Jones, H.S., Powell, J.E. Οξφόρδη: Clarendon Press, 1942, ανατ. 1970)
Στο παρακάτω απόσπασμα ο Θουκυδίδης αναφέρεται στην εκστρατεία των Ελλήνων κατά των Περσών με επικεφαλής τον Παυσανία μετά τους Περσικούς πολέμους. Ο ιστορικός παρουσιάζει τα γεγονότα που οδήγησαν στην ανάληψη της αρχηγίας από τους Αθηναίους.
Παυσανίας δὲ ὁ Κλεομβρότου ἐκ Λακεδαίμονος στρατηγὸς τῶν Ἑλλήνων ἐξεπέμφθη μετὰ
εἴκοσι νεῶν ἀπὸ Πελοποννήσου· ξυνέπλεον δὲ καὶ Ἀθηναῖοι τριάκοντα ναυσὶ καὶ τῶν ἄλλων
ξυμμάχων πλῆθος. Καὶ ἐστράτευσαν ἐς Κύπρον καὶ αὐτῆς τὰ πολλὰ κατεστρέψαντο, καὶ
ὕστερον ἐς Βυζάντιον Μήδων ἐχόντων, καὶ ἐξεπολιόρκησαν ἐν τῇδε τῇ ἡγεμονίᾳ. Ἤδη δὲ βιαίου
ὄντος αὐτοῦ οἵ τε ἄλλοι Ἕλληνες ἤχθοντο καὶ οὐχ ἥκιστα οἱ Ἴωνες καὶ ὅσοι ἀπὸ βασιλέως
νεωστὶ ἠλευθέρωντο· φοιτῶντές τε πρὸς τοὺς Ἀθηναίους ἠξίουν αὐτοὺς ἡγεμόνας σφῶν
γίγνεσθαι κατὰ τὸ ξυγγενὲς καὶ Παυσανίᾳ μὴ ἐπιτρέπειν, ἤν που βιάζηται. Οἱ δὲ Ἀθηναῖοι
ἐδέξαντό τε τοὺς λόγους καὶ προσεῖχον τὴν γνώμην ὡς οὐ περιοψόμενοι τἆλλά τε
καταστησόμενοι ᾗ φαίνοιτο ἄριστα αὐτοῖς. Έν τούτῳ δὲ οἱ Λακεδαιμόνιοι μετεπέμποντο
Παυσανίαν ἀνακρινοῦντες ὧν πέρι ἐπυνθάνοντο· καὶ γὰρ ἀδικία πολλὴ κατηγορεῖτο αὐτοῦ ὑπὸ
τῶν Ἑλλήνων
τῶν ἀφικνουμένων, καὶ
τυραννίδος μᾶλλον ἐφαίνετο
μίμησις ἢ στρατηγία.
Λεξιλόγιο
κατεστρέψαντο:
υπέταξαν
βιαίου
ὄντος αὐτοῦ ἤχθοντο: δυσανασχετούσαν με τη βίαιη
συμπεριφορά του
νεωστί:
προσφάτως, προ ολίγου
ᾗ
φαίνοιτο ἄριστα αὐτοῖς:
με τον τρόπο που θα τους φαινόταν καλύτερος γι’ αυτούς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου