Κυριακή 22 Ιουνίου 2025

Ξενοφῶντος Ἑλληνικά, 1.6.8-11

 Ξενοφντος λληνικά,1.6.8-11

 


Ο Σπαρτιάτης Καλλικρατίδας διαδέχεται τον Λύσανδρο ως ναύαρχος του Πελοποννησιακού στόλου στα παράλια της Μικράς Ασίας και απευθύνει στους Μιλήσιους εκκλήσεις να συμπαραταχθούν μαζί του.

[1.6.8] κἀκεῖθεν πέμψας τριήρεις εἰς Λακεδαίμονα ἐπὶ χρήματα, ἐκκλησίαν ἁθροίσας τῶν Μιλησίων

 τάδε εἶπεν.Ἐμοὶ μέν, ὦ Μιλήσιοι, ἀνάγκη τοῖς οἴκοι ἄρχουσι πείθεσθαι· ὑμᾶς δὲ ἐγὼ ἀξιῶ

προθυμοτάτους εἶναι εἰς τὸν πόλεμον διὰ τὸ οἰκοῦντας ἐν βαρβάροις πλεῖστα κακὰ ἤδη ὑπ᾽ αὐτῶν

 πεπονθέναι. Δεῖ δ᾽ ὑμᾶς ἐξηγεῖσθαι τοῖς ἄλλοις συμμάχοις ὅπως ἂν τάχιστά τε καὶ μάλιστα βλάπτωμεν

 τοὺς πολεμίους, ἕως ἂν οἱ ἐκ Λακεδαίμονος ἥκωσιν, οὓς ἐγὼ ἔπεμψα χρήματα ἄξοντας, ἐπεὶ τὰ ἐνθάδε

ὑπάρχοντα Λύσανδρος Κύρῳ ἀποδοὺς ὡς περιττὰ ὄντα οἴχεται· Κῦρος δὲ ἐλθόντος ἐμοῦ ἐπ᾽ αὐτὸν ἀεὶ

ἀνεβάλλετό μοι διαλεχθῆναι, ἐγὼ δ᾽ ἐπὶ τὰς ἐκείνου θύρας φοιτᾶν οὐκ ἐδυνάμην ἐμαυτὸν πεῖσαι. […]

ἀλλὰ σὺν τοῖς θεοῖς δείξωμεν τοῖς βαρβάροις ὅτι καὶ ἄνευ τοῦ ἐκείνους θαυμάζειν δυνάμεθα τοὺς

ἐχθροὺς τιμωρεῖσθαι.

Λεξιλόγιο

ἐξηγοῦμαί τινι : προπορεύομαι, οδηγώ κάποιον

οἴχομαι : έχω φύγει, έχω αναχωρήσει

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου