Ο
Ξενοφώντας στο ακόλουθο απόσπασμα, προσπαθώντας να εμψυχώσει τους στρατιώτες
του, τους επισημαίνει ότι έχουν πολλές ελπίδες σωτηρίας αφού έχουν τη
συμπαράσταση των θεών.
Ἐπεὶ δὲ τὰ τῶν θεῶν καλῶς εἶχε, Ξενοφῶν ἤρχετο πάλιν ὧδε. Ἐτύγχανον λέγων, ὅτι πολλαὶ καὶ καλαὶ ἐλπίδες ἡμῖν εἶεν σωτηρίας. Πρῶτον μὲν γὰρ ἡμεῖς μὲν ἐμπεδοῦμεν τοὺς τῶν θεῶν ὅρκους, οἱ δὲ πολέμιοι ἐπιωρκήκασί τε καὶ τὰς σπονδὰς παρὰ τοὺς ὅρκους λελύκασιν. Οὕτω δ' ἐχόντων εἰκὸς τοῖς μὲν πολεμίοις ἐναντίους εἶναι τοὺς θεούς, ἡμῖν δὲ συμμάχους, οἵπερ ἱκανοί εἰσι καὶ τοὺς μεγάλους ταχὺ μικρούς ποιεῖν καὶ τοὺς μικρούς, κἂν ἐν δεινοῖς ὦσι, σῴζειν
εὐπετῶς, ὅταν βούλωνται. Ἔπειτα δέ, ἀναμνήσω γὰρ ὑμᾶς καὶ τοὺς τῶν προγόνων τῶνἡμετέρων κινδύνους, ἵνα εἰδῆτε, ὡς ἀγαθούς τε ὑμῖν προσήκει εἶναι σῴζονταί τε σὺν τοῖς θεοῖς
καὶ ἐκ πάνυ δεινῶν οἱ ἀγαθοί. Ελθόντων μὲν γὰρ Περσῶν καὶ τῶν σὺν αὐτοῖς παμπληθεῖ στόλῳ
ὡς ἀφανιούντων τὰς ᾿Αθήνας, αὐτοὶ ᾿Αθηναῖοι τολμήσαντες ὑποστῆναι ἐνίκησαν αὐτούς. […]
ἔπειτα ὅτε Ξέρξης ὕστερον ἀγείρας τὴν ἀναρίθμητον στρατιὰν ἦλθεν ἐπὶ τὴν Ἑλλάδα, καὶ τότε
ἐνίκων οἱ ἡμέτεροι πρόγονοι τοὺς τούτων προγόνους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ὧν ἔστι
μὲν τεκμήρια ὁρᾶν τὰ τρόπαια, μέγιστον δὲ μαρτύριον ἡ ἐλευθερία τῶν πόλεων ἐν αἷς ὑμεῖς
ἐγένεσθε καὶ ἐτράφητε· οὐδένα γὰρ ἄνθρωπον δεσπότην ἀλλὰ τοὺς θεοὺς προσκυνεῖτε.
τοιούτων μέν ἐστε προγόνων.
Λεξιλόγιο
Ἐπεὶ τὰ τῶν θεῶν καλῶς εἶχε : αφού εκπληρώθηκαν τα θρησκευτικά καθήκοντα
ὧδε (τροπικό επίρρημα) : έτσι, με αυτόν
τον τρόπο
ἐμπεδοῦμεν
: τηρούμε
εὐπετῶς : εύκολα
ὑποστῆναι
: να αντισταθούν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου