9η ενότητα : Η αλληγορία του σπηλαίου: η παιδεία
Σω. Δεῖ δή, εἶπον, ἡμᾶς τοιόνδε νομίσαι περὶ αὐτῶν, εἰ ταῦτ’ ἀληθῆ· τὴν παιδείαν οὐχ οἵαν
τινὲς ἐπαγγελλόμενοί φασιν εἶναι τοιαύτην καὶ εἶναι. Φασὶ δέ που οὐκ ἐνούσης ἐν τῇ ψυχῇ
ἐπιστήμης σφεῖς ἐντιθέναι, οἷον τυφλοῖς ὀφθαλμοῖς ὄψιν ἐντιθέντες.
Γλ. Φασὶ γὰρ οὖν, ἔφη.
Σω. Ὁ δέ γε νῦν λόγος, ἦν δ’ ἐγώ, σημαίνει ταύτην τὴν ἐνοῦσαν ἑκάστου δύναμιν ἐν τῇ ψυχῇ
καὶ τὸ ὄργανον ᾧ καταμανθάνει ἕκαστος, οἷον εἰ ὄμμα μὴ δυνατὸν ἦν ἄλλως ἢ σὺν ὅλῳ τῷ
σώματι στρέφειν πρὸς τὸ φανὸν ἐκ τοῦ σκοτώδους, οὕτω σὺν ὅλῃ τῇ ψυχῇ ἐκ τοῦ γιγνομένου
περιακτέον εἶναι, ἕως ἂν εἰς τὸ ὂν καὶ τοῦ ὄντος τὸ φανότατον δυνατὴ γένηται ἀνασχέσθαι
θεωμένη· τοῦτο δ’ εἶναί φαμεν τἀγαθόν. Ἦ γάρ;
Γλ. Ναί.
Σω. Τούτου τοίνυν, ἦν δ’ ἐγώ, αὐτοῦ τέχνη ἂν εἴη, τῆς περιαγωγῆς, τίνα τρόπον ὡς ῥᾷστά τε καὶ
ἀνυσιμώτατα μεταστραφήσεται, οὐ τοῦ ἐμποιῆσαι αὐτῷ τὸ ὁρᾶν, ἀλλ’ ὡς ἔχοντι μὲν αὐτό, οὐκ
ὀρθῶς δὲ τετραμμένῳ οὐδὲ βλέποντι οἷ ἔδει, τοῦτο διαμηχανήσασθαι.
Γλ. Ἔοικεν γάρ, ἔφη.
Σω. Αἱ μὲν τοίνυν ἄλλαι ἀρεταὶ καλούμεναι ψυχῆς κινδυνεύουσιν ἐγγύς τι εἶναι τῶν τοῦ
σώματος—τῷ ὄντι γὰρ οὐκ ἐνοῦσαι πρότερον ὕστερον ἐμποιεῖσθαι ἔθεσι καὶ ἀσκήσεσιν—ἡ
δὲ τοῦ φρονῆσαι παντὸς μᾶλλον θειοτέρου τινὸς τυγχάνει, ὡς ἔοικεν, οὖσα, ὃ τὴν μὲν δύναμιν
οὐδέποτε ἀπόλλυσιν, ὑπὸ δὲ τῆς περιαγωγῆς χρήσιμόν τε καὶ ὠφέλιμον καὶ ἄχρηστον αὖ καὶ
βλαβερὸν γίγνεται.
Ασκήσεις
1.Να αντιστοιχίσετε τα δεδομένα της στήλης Α’ με εκείνα της
στήλης Β’
|
Α |
Β |
Λύση |
|
1. Φασίν |
a. Διάσημος |
1 : |
|
2. Σημαίνει |
b. Διαφήμιση |
2 : |
|
3. Περιακτέον |
c. Διαγωγή |
3 : |
|
4. ἀνασχέσθαι |
d. Διάθεση |
4 : |
|
5. ἔθεσι |
e. Διάκριση |
5 : |
|
|
f. Συνοχή |
|
|
|
g. Συνήθεια |
|
|
φανόν |
|
|
|
τετραμμένῳ |
|
|
|
ὀφθαλμοῖς |
|
|
|
ἔοικεν |
|
|
|
Λήθαργος |
|
Ποιητής |
|
|
Κάτοπτρο |
|
Εικασία |
|
|
Εργασία |
|
Κλητήρας |
|
|
Επαγωγή |
|
Φρενοβλαβής |
|
|
Σχεδόν |
|
Όλεθρος |
|

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου