Δευτέρα 4 Αυγούστου 2025

Ἰσοκράτης, Περὶ τῆς ἀντιδόσεως 253-255

 


Αδίδακτο κείμενο : Ἰσοκράτης, Περὶ τῆς ἀντιδόσεως 253-255

Στο έργο του Περὶ ἀντιδόσεως ο Ισοκράτης μιλάει με πολύ ενθουσιασμό για τον λόγο ως διακριτικό γνώρισμα του ανθρώπου.

τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν, ἅπερ ἤδη καὶ πρότερον εἶπον, οὐδὲν τῶν ζῴων  διαφέρομεν, 

ἀλλὰ  πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνομεν 

ὄντες·  ἐγγενομένου δ᾽ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτούς, περὶ ὧν

ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις 

 ᾠκίσαμεν καὶ νόμους  ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ δι᾽ ἡμῶν

 μεμηχανημένα λόγος ἡμῖν ἐστὶν ὁ συγκατασκευάσας. οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν 

ἀδίκων καὶ τῶν καλῶν καὶ τῶν αἰσχρῶν ἐνομοθέτησεν, ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τ᾽ ἦμεν

 οἰκεῖν μετ᾽ ἀλλήλων. τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν.

 διὰ τούτου τοὺς τ᾽ ἀνοήτους  παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν· τὸ γὰρ λέγειν

 ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον  ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος 

ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν 

Λεξιλόγιο

διατάττομαι = μπαίνω σε τάξη, σε σειρά // οἷός τ’ εἰμί = μπορώ 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου